Makedonia (Mygdonia) — Thessalonike — 688 AD

 
 

Μια απάντηση στον k.

Gruevski αυτήν τι γλώσσα μιλούσαν και μιλάνε στην Μακεδονία την μονη και την αληθινή

 

IG X,2 1 24    prev Makedonia (Mygdonia) — Thessalonike — 688 AD IG X,2 1 23    IG X,2 1 24a next Makedonia (Mygdonia) — Thessalonike — 688 AD

Makedonia (Mygdonia) — Thessalonike — 688 AD

☩ θεία δωρεὰ φιλοτιμηθεῖσα τῷ ἁγίῳ καὶ πανενδόξῳ μάρτυρι Δημητρίῳ παρὰ τοῦ τῆς ὅλης οἰκουμένης δεσπότου Φλ(αυίου) Ἰουστινιανοῦ τοῦ θεοστεφοῦς καὶ εἰρηνοποιοῦ βασιλ[έως τ]ῆ̣ς ἁλικῆς τῆς θεοφυλάκτου ἡμῶν ☩

πόλεως Θεσσαλονίκης ἐπὶ Πέτρου τοῦ ἁγιωτάτου αὐτῆς ἀρχιεπισκόπουornamentum c.12}² ☩ ἐν ὀνόματι τοῦ Κ(υρίο)υ καὶ Δεσπότου (ησο) Χ(ριστο) τοῦ θ(εο) καὶ Σ(ωτῆ)ρ(ο)ς ἡμῶν Αὐ̣[τοκράτω]ρ̣ εὐεργέτης εἰρηνικὸς Φλαύιος

Ἰουστινιανὸς πιστὸς ἐν (ησ)<> Χ(ριστ) τῷ θ(ε) βασιλεύς· δωρεὰ τῷ σεπτῷ ναῷ τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Δημητρίου ἐν ᾧ τὸ ἅγιον αὐτοῦ κατάκειται λε̣[ί]ψ̣ανον v πρώ̣την φροντίδα διὰ παντὸς

κεκτημένοι περὶ τῆς συσστάσεως τῶν ἁγίων τοῦ θ(εο) ἐκκλησιῶν ἐπ’ αὐταῖς ταῦτα προϊέναι βουλόμεθα ὅσα πρὸς παραμυθείαν αὐ̣τ̣ῶν καὶ συσσ̣τ̣ατικὴν τυγχάνουσιν πρόνοιαν #⁵⁶ ἐντεῦθεν γὰρ {²ornamentum c.4

πεπίσμεθα καὶ τὸν στέψαντα ἡμᾶς θ(εὸ)ν εὐαρεστούμενον ὑπερασπιστὴν ἀεὶ γίνεσθαι τῆς ἡμῶν εὐσεβείας #⁵⁶ v καὶ τὰς κατ’ ἐκθρῶν {²⁶ἐχθρῶν}²⁶ δαψιλῶς ἡμῖν ἐπιχωρηγεῖν {²⁶ἐπιχορηγεῖν}²⁶ νίκας #⁵⁶ ἐπεὶ οὖν παραγεναμένων

ἡμῶν ἐν ταύτῃ τῇ Θεσσαλονικέων πόλει, μετὰ τὴν τοῦ στέψαντος ἡμᾶς θ(εο) ὑπέρμαχον βοήθειαν #⁵⁶ πεῖραν σύμμαχον εἰληφότων ἡμῶν τοῦ ἁγίου μεγαλομάρτυρος

Δημητρίου ἐν τοῖς παρ’ ἡμῶν πραχθεῖσιν <κατ>ὰ {ρα} τῶν αὐτοῦ τε καὶ ἡμῶν πολεμίων διαφόροις πολέμοις #⁵⁶ δίκαιον εἶναι κρίναντες ὡς συμμαχήσαντα ἡμῖν τοῖς τῆς

εὐχαριστίας νῦν ἀνταμείψασθαι αὐτὸν δώροις #⁵⁶ donamus #⁵⁶ τῷ σεπτῷ αὐτοῦ ναῷ #⁵⁶ ἐν ᾧ καὶ τὸ ἅγιον αὐτοῦ ἀπόκειται λείψανον ἐμφανῶς τοῖς ἀπ<ορ>οῦσιν τὴν οἰκείαν

βοήθειαν χαριζόμενο̣ς, πᾶσαν τὴν ἁλικὴν τὴν οὖσαν καὶ προσπ<α>[ρ]ακειμένην ἐν ταύτῃ τῇ Θεσσαλονικέων μεγαλοπόλει μετὰ πάντων τῶν ἀνηκόντων αὐτῇ

ἐξ ὑπαρχῆς δικαίων #⁵⁶ ἐπὶ τὸ ἔχεσθαι τὸν αὐτὸν σεβάσμιον αὐτοῦ̣ ν̣[αὸν τ]ῆ̣ς αὐτῆς ἁλικῆς ἀπὸ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ἐνεστώσης δευτέρας ἐπινεμήσεως καὶ εἰς τοὺς

ἑξεῖς ἅπ̣αντας καὶ διηνεκεῖς χρόνους κυρ̣ιεύειν τε αὐτῆς καὶ δε[σπόζε]ι̣ν v #⁵⁶ καὶ πᾶσαν αὐτὴν εἰς οἰκε̣ῖ̣ον ἀποφέρεσθαι κέρδος ὀνόματι φωταγωγίας καὶ διαρίω̣ν̣ {²ornamentum c.5

τοῦ θεοφιλοῦς κλήρου καὶ πάσης ἱερατικῆς ὑπουργίας, ἔτι δὲ κ[αὶ τῆς] ἀ̣νανεώσεως τοῦ εἰρημένου σεπτοῦ ναοῦ, μὴ ὀφείλοντος τοῦ αὐτοῦ ἐνδόξου ναοῦ ἤγουν τοῦ κατα̣․2-3․

θεοφιλοῦς κλήρου καθ’ οἱονδήποτε τρόπον παρέχειν ἢ ἐπινοῗσθα[ι ὁποση]νοῦν? συντέ̣λειαν ἕνεκεν τῆς παρὰ τῆς ἡμῶν γαληνότητος δεδωρημένης ἁλικῆς τῷ οἱῳδήποτε {²ornamentum c.4

στρατιωτικῷ προσώπῳ διὰ τὸ ὡς εἴρηται ὑπέρ τε φωταγωγ[ίας καὶ δι]α̣ρίων τοῦ θεοφιλοῦς κλήρου καὶ λοιπῆς ἐκκλησιαστικῆς χρείας φιλοτιμηθῆναι αὐτῷ παρ’ ἡμ(ν)

τὴν τοιαύτην ἅπασαν παντελευθέραν ἁλικὴν #⁷#⁷[․․․․c.13․․․․․ ἀδ]ι̣α̣λείπτως λειτουργούμενον τὸν ἅγιον μεγαλομάρτυρα Δημήτριον πρ<εσβ>ε̣ύειν διὰ παντὸς̣

τ̣ῷ σ̣τ̣έψαντι ἡμᾶς θεῷ ὑπὲρ τῆς ἡμῶν εὐσεβοῦς βα[σιλείας ․․c.8․․․]ων τῇ ἐπ̣[ι]δ̣ε̣ί̣ξ̣ει καὶ μόνον τῆς παρούσης ἡμῶν εὐσεβοῦς δωρεᾶς. {²ornamentum c.12

http://epigraphy.packhum.org/inscriptions/book?bookid=14&region=4&subregion=11&area=Mygdonia

Related posts:

Want more of this? See these Posts:

  1. βασιλευόντων Κλεοπάτρας θεᾶς φιλοπάτορος καὶ Πτολεμαίου
  2. Makedonia (Pieria) — Dion: Karitsa — 202-197 BC
  3. «βαρβάρων δ’ Ἕλληνας ἄρχειν εἰκός»
  4. Egypt, Nubia and Cyrenaïca
  5. Thrace and the Lower Danube (IG X)
Comments