Egypt, Nubia and Cyrenaïca
Prose sur pierre 62
Prose sur pierre 61 Prose sur pierre 63 
Eg. — Ptolemaïs Hermiou — (El Manshāh) — 2nd ac (117-138? ac) — SEG 20.665
ἔδοξε τῆι βουλῆι καὶ τῶι δ̣[ήμωι· ἐπειδὴ ὁ βασιλεὺς Πτολεμαῖος]
θεὸς Σωτὴρ πόλιν Ἑλληνίδα ἐν [τῆι Θηβαΐδι ἔκτισε τὴν ἐπωνυ]–
μίαν ποιησάμενος Πτολεμα̣[ΐδα ἀφ’ ἑαυτοῦ — — καὶ δοὺς αὐτῆι τὴν αὑτοῦ προσ]–
τασίαν· εἰς ἣν ὁ βασιλεὺς ἀπ̣[έστειλεν ἐποίκους ἐκ — — — —]
καὶ ἐξ Ἄργους καὶ ἐκ Θ[— — — — καὶ ἐκ — — — — καὶ ἐκ — — — —]
νος καὶ ἐκ τῆς Θετ̣[ταλίας — — — — — — — — — —]
δεδόχθαι τ[ῆι βουλῆι καὶ τῶι δήμωι — — — — — —]
κα̣τὰ τ̣ọν̣ τ[ῆς πόλεως νόμον(?) — — — — — — — —]
http://epigraphy.packhum.org/inscriptions/gis?region=11
____________________________________________________________________
Prose sur pierre 46
Prose sur pierre 45 Prose sur pierre 47 
Eg. — Thebai–Diosp. Mg. (Luxor) [E.] — Karnak — 39 bc — OGIS 1.194 = IGR 1.1208 — SEG 24.1217
[βασιλευόντων Κλεοπ]άτρας θεᾶς [φ]ιλοπάτο[ρος καὶ Π]τολεμαίου τοῦ καὶ Καίσαρος θεοῦ φιλοπάτορος φιλο-
[μήτορος, ἔτους ιγʹ, Ἀρτ]εμισίου ιηʹ Φαμενὼθ ιηʹ, ἔδοξε τοῖς ἀπὸ Διοσπόλεως τῆς [μ]εγάλης ἱερεῦσι τοῦ
[μεγίστου θεοῦ Ἀμο]νρασωνθὴρ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴς
[καὶ στρατηγὸς καὶ ἐπ]ὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ [γ]υμνασίαρχος καὶ ἱπ[πάρ]χης καὶ πρότερον παρα-
[λαβὼν ὑπ’ ἐπισφαλῶν] καὶ ποικίλων περιστάσεων κατεφθαρμένην τὴν πόλιν ἔθαλψε κηδεμονικῶς ἀνεπιβάρητο[ν]
[διατηρήσας αὐτὴν ἐν] τῆι πάσηι εἰρήνηι, τὰ τε τῶν μεγίστων καὶ πατρώιων θεῶν ἱερὰ εὐσεβῶς ἐξυπηρέτησε καὶ τοὺς βίους
[τῶν ἐν αὐτοῖς ἔσωσε] καὶ καθόλου πάντας, δαπανησάμενος ἀνὰ δαπά[ν]ας τοὺς ἅπαντας ἐποίησε ν̣ε̣α[νί]ζ̣ε̣ι̣ν̣ τ̣ε̣ κ̣αὶ̣
[εἰς τὴν ἀρχαίαν εὐ]δαιμονίαν πάντα ἤγαγεν, ἀλήθειαν μὲν καὶ δικαιοσύνην [ἰ]σχ[υρ]ὰς [ποιήσας] καὶ δὴ καὶ χρηστότητα
[παρασχών, φιλανθρωπί]αι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπε[ρ]βαλοῦ[σ]ι[ν] ἀεὶ π̣[αραγενό]μεν̣ος̣· [ἔ]τι δὲ καὶ ν[ῦ]ν ․․․․9․․․․
[ἐπιγιγνομένης τῆς] σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸ[ν] τὴν πόλιν τρ[ι]βούσης
[ἀνάγκης ἐπι]δοὺς μεγαλοψύχως ἑαυ[τ]ὸν αὑτόκλητο[ς] ἐπὶ τῆι ἑκάστου τῶν ἐντοπίων σωτηρίαι ἐσέφερε, πονήσας
[ὥσπερ πατὴρ ὑπὲρ] οἰκείας πατρίδος καὶ τέκνων γνησίων σὺν τῆι τῶν θεῶν εὐμενείαι ἀνενλιπεῖς μὲν διηνε[κ]ῶς
[σιτίων σχεδ]ὸν πάντας πάντων ἐ[τ]ήρησεν, ἀνεπαισθήτους δὲ τῆς περιστάσεως ἐξ ἧς παρέσχεν εὐθηνίας
[διεφύλαξε]· συσχούσης δὲ τὴν οὖσαν σιτοδείαν καὶ ἐν τῶι ἐνεστῶτι ἔτει σκληροτέρας καὶ [ἀτε]λ̣ε̣υ̣[τ]ήου σιτο[δ]είας
[παραμεν]ούσης μιᾶι μιᾶς ἀβ[ρ]ο[χ]ίας καὶ πολὺ μᾶλλον ὡς οὐδεπώποτε τοῦ δεινοῦ καθ’ ὅλην ἐπιταθέντος
[τὴν χώραν, π]αντελῶς δὲ τῆς πόλεως κρινομένης καὶ οὐθενὸς οὐδεμίαν ἰδία[ν ἔτι] πρὸς τὸ ζῆ[ν τε]τραφότο[ς]
[ἐλπίδα, π]άντων δὲ διὰ τὴν ἀπορίαν λελιποψυ[χ]ηκότων καὶ συνεγγὺς ἑκάστου παραιτου[μ]έ[ν]ου πά[ντα, οὐ]–
[δενὸς δὲ συλλα]μβάνοντος, ἐπικαλεσάμενος τὸν καὶ τότε συμπαραστάντα αὐτῶι μέγιστον θεὸν
[Ἀμονρασωνθ]ὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς
[τοῖς ἅπασι]ν ἐπέλαμψε· τὸν γὰρ ἑαυτοῦ βίον ὁλοσχερῶς ἀνέθετο τοῖς χρῆσθαι βουλομένοις, ἐπιφ̣[αν]νέστα[τα δὲ]
[καλῶς ἐβοήθησεν] τοῖς κατοικοῦσι τὸν Περιθήβας καὶ διαθρέ[ψ]ας καὶ σώσας πάντας σὺν γυναιξὶ καὶ τέκνοις καθάπερ ἐ[κ]
[ζάλης καὶ ἀντι]πάλων χειμώνων εἰς εὐδινοὺς λιμένας ἤγαγεν· τὸ δὲ πάντων πρῶτον καὶ μέγιστον τῆς
[εὐσεβείας, ἔχω]ν ἐπιμελείας τῶν εἰς τὸ θεῖον ἀναπεμπομένων πάντων ὡς ἔνι κράτιστα εὐσεβῶς καὶ ἀγ[ρ]ύπνως
[ὑπὲρ τῶν ἱερῶν ἐφ]ρόντισεν, ὥστε ἀφ’ ὅ<τ>ου ὁ πατὴρ τοῦ πατρὸς αὐτοῦ Καλλιμάχου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου
[ἀνενεώσατο αὐτὰς ποι]ηθῆναι τὰς τῶν κυρίων θεῶν κωμασίας καὶ πανηγύρεις εὖ μάλα ὁσίως καὶ [κ]α[λ]ῶς ὥσπε[ρ] ἐπὶ τῶν
[ἀρχαίων χρόνων· ἀ]γαθῆι τύχηι· προσαγορεύεσθαι μὲν αὐτὸν σωτῆρα τῆς πόλεως, ἥ ἐστιν ἀρχεῖον, ὃ στα̣[μίο]ν,
[ἀναθεῖναι δὲ αὐτοῦ ἐν] τῆι γενεσίωι ἡμέραι ἐν ἐπισήμοις τόποις τοῦ ἱεροῦ τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ
[τρεῖς εἰκόνας αὐτοῦ, μίαν] μὲν τοὺς ἱερεῖς ἐκ σκληροῦ λίθου, δύο δὲ τὴμ πόλιν, ἣν μὲν χαλκῆν, ἣν δὲ [ὁ]μοίως σκληρόλιθον,
[ἄγειν δὲ κατ’ ἐνιαυτὸν ἐ]πώνυμον τὴν αὐτὴν ἡμέραν καὶ θύειν τοῖς κυρίοις θεοῖς καὶ στεφανη[φ]ορεῖν καὶ εὐωχεῖσθαι
[καθάπερ νόμιμόν ἐστιν], τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι,
[καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ] τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ
[Ἀμονρασωνθὴρ εὐμενείας, ὅ]πως εἰς τὸν αἰῶνα αἰείμνηστοι αὐτῶι ὦσιν αἱ εὐεργεσίαι.
http://epigraphy.packhum.org/inscriptions/oi?ikey=219985&bookid=376®ion=11
Latest posts by History (see all)
- ΤΑ ΜΑΓΙΑ ΤΗΣ ΦΙΛΑΣ (ή περί της Μακεδονικής διαλέκτου) - October 22, 2012
- Γεράσιμος Ραφτόπουλος : Δεκανέας ετών 12 - October 18, 2012
- Ελληνική επιγραφή από την Λαοδίκεια - October 17, 2012
RECENT COMMENTS