βασιλευόντων Κλεοπάτρας θεᾶς φιλοπάτορος καὶ Πτολεμαίου

 

Eg. — Thebai–Diosp. Mg. (Luxor) [E.] — Karnak — 39 bc — OGIS 1.194 = IGR 1.1208 — SEG 24.1217

[βασιλευόντων Κλεοπάτρας θεᾶς φιλοπάτορος καὶ Πτολεμαίου τοῦ καὶ Καίσαρος θεοῦ φιλοπάτορος φιλομήτορος,
ἔτους ιγʹ, Ἀρτεμισίου ιηʹ Φαμενὼθ ιηʹ, ἔδοξε τοῖς ἀπὸ Διοσπόλεως τῆς μεγάλης ἱερεῦσι τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ
καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴςκαὶ στρατηγὸς
καὶ ἐπὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ γυμνασίαρχος καὶ ἱππάρχης καὶ πρότερον παραλαβὼν ὑπ’ ἐπισφαλῶν
καὶ ποικίλων περιστάσεων κατεφθαρμένην τὴν πόλιν ἔθαλψε κηδεμονικῶς ἀνεπιβάρητον διατηρήσας αὐτὴν ἐν τῆι πάσηι εἰρήνηι,
τὰ τε τῶν μεγίστων καὶ πατρώιων θεῶν ἱερὰ εὐσεβῶς ἐξυπηρέτησε καὶ τοὺς βίους τῶν ἐν αὐτοῖς ἔσωσε καὶ καθόλου πάντας,
δαπανησάμενος ἀνὰ δαπάνας τοὺς ἅπαντας ἐποίησε ν̣ε̣ανίζ̣ε̣ι̣ν̣ τ̣ε̣ κ̣αὶ̣ εἰς τὴν ἀρχαίαν εὐδαιμονίαν πάντα ἤγαγεν,
ἀλήθειαν μὲν καὶ δικαιοσύνην ἰσχυρὰς ποιήσας καὶ δὴ καὶ χρηστότητα παρασχών,
φιλανθρωπίαι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπερβαλοῦσιν ἀεὶ π̣αραγενόμεν̣ος̣· ἔτι δὲ καὶ νῦν ․․․․․․․․
ἐπιγιγνομένης τῆς σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸν τὴν πόλιν τριβούσης
ἀνάγκης ἐπιδοὺς μεγαλοψύχως ἑαυτὸν αὑτόκλητος ἐπὶ τῆι ἑκάστου τῶν ἐντοπίων σωτηρίαι ἐσέφερε, πονήσας
ὥσπερ πατὴρ ὑπὲρ οἰκείας πατρίδος καὶ τέκνων γνησίων σὺν τῆι τῶν θεῶν εὐμενείαι ἀνενλιπεῖς μὲν διηνεκῶς
σιτίων σχεδὸν πάντας πάντων ἐτήρησεν, ἀνεπαισθήτους δὲ τῆς περιστάσεως ἐξ ἧς παρέσχεν εὐθηνίας διεφύλαξε·
συσχούσης δὲ τὴν οὖσαν σιτοδείαν καὶ ἐν τῶι ἐνεστῶτι ἔτει σκληροτέρας καὶ ἀτελ̣ε̣υ̣τήου σιτοδείας
παραμενούσης μιᾶι μιᾶς ἀβροχίας καὶ πολὺ μᾶλλον ὡς οὐδεπώποτε τοῦ δεινοῦ καθ’ ὅλην ἐπιταθέντος τὴν χώραν,
παντελῶς δὲ τῆς πόλεως κρινομένης καὶ οὐθενὸς οὐδεμίαν ἰδίαν ἔτι πρὸς τὸ ζῆν τετραφότος ἐλπίδα,
πάντων δὲ διὰ τὴν ἀπορίαν λελιποψυχηκότων καὶ συνεγγὺς ἑκάστου παραιτουμένου πάντα, οὐδενὸς δὲ συλλα]μβάνοντος,
ἐπικαλεσάμενος τὸν καὶ τότε συμπαραστάντα αὐτῶι μέγιστον θεὸν Ἀμονρασωνθὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος
πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς τοῖς ἅπασιν ἐπέλαμψε· τὸν γὰρ ἑαυτοῦ βίον ὁλοσχερῶς ἀνέθετο τοῖς χρῆσθαι βουλομένοις,
ἐπιφ̣αννέστατα δὲκαλῶς ἐβοήθησεν τοῖς κατοικοῦσι τὸν Περιθήβας καὶ διαθρέψας καὶ σώσας πάντας σὺν γυναιξὶ καὶ τέκνοις
καθάπερ ἐκζάλης καὶ ἀντιπάλων χειμώνων εἰς εὐδινοὺς λιμένας ἤγαγεν· τὸ δὲ πάντων πρῶτον καὶ μέγιστον τῆς εὐσεβείας,
ἔχων ἐπιμελείας τῶν εἰς τὸ θεῖον ἀναπεμπομένων πάντων ὡς ἔνι κράτιστα εὐσεβῶς καὶ ἀγρύπνως ὑπὲρ τῶν ἱερῶν ἐφρόντισεν,
ὥστε ἀφ’ ὅ<τ>ου ὁ πατὴρ τοῦ πατρὸς αὐτοῦ Καλλιμάχου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου
ἀνενεώσατο αὐτὰς ποιηθῆναι τὰς τῶν κυρίων θεῶν κωμασίας καὶ πανηγύρεις εὖ μάλα ὁσίως καὶ καλῶς ὥσπερ ἐπὶ τῶν ἀρχαίων χρόνων·
 ἀγαθῆι τύχηι· προσαγορεύεσθαι μὲν αὐτὸν σωτῆρα τῆς πόλεως, ἥ ἐστιν ἀρχεῖον, ὃ στα̣μίον,
ἀναθεῖναι δὲ αὐτοῦ ἐν τῆι γενεσίωι ἡμέραι ἐν ἐπισήμοις τόποις τοῦ ἱεροῦ τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ
τρεῖς εἰκόνας αὐτοῦ, μίαν μὲν τοὺς ἱερεῖς ἐκ σκληροῦ λίθου, δύο δὲ τὴμ πόλιν, ἣν μὲν χαλκῆν, ἣν δὲ ὁμοίως σκληρόλιθον,
ἄγειν δὲ κατ’ ἐνιαυτὸν ἐπώνυμον τὴν αὐτὴν ἡμέραν καὶ θύειν τοῖς κυρίοις θεοῖς καὶ στεφανηφορεῖν καὶ εὐωχεῖσθαι
καθάπερ νόμιμόν ἐστιν, τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι,
καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ
Ἀμονρασωνθὴρ εὐμενείας, ὅπως εἰς τὸν αἰῶνα αἰείμνηστοι αὐτῶι ὦσιν αἱ εὐεργεσίαι.
 
http://epigraphy.packhum.org/inscriptions/oi?ikey=219985&bookid=376&region=11

Related posts:

Want more of this? See these Posts:

  1. Egypt, Nubia and Cyrenaïca
  2. «βαρβάρων δ’ Ἕλληνας ἄρχειν εἰκός»
  3. Makedonia (Pieria) — Dion: Karitsa — 202-197 BC
  4. Makedonia (Mygdonia) — Thessalonike — 688 AD
  5. King Demetrios Poliorketes 302 bc – Athens
Comments